Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.51 Joseph. AJ 20.55 (English) >>Joseph. AJ 20.61

20.53πυθόμενος δὲ καὶ παῖς αὐτῆς Ἰζάτης τὰ περὶ τὸν λιμὸν ἔπεμψε πολλὰ χρήματα τοῖς πρώτοις τῶν Ἱεροσολυμιτῶν. ἀλλὰ γὰρ τοῖς βασιλεῦσιν εἰς τὴν πόλιν ἡμῶν ἀγαθὰ πέπρακται μετὰ ταῦτα δηλώσομεν. 20.54

δὲ τῶν Πάρθων βασιλεὺς Ἀρταβάνης αἰσθόμενος τοὺς σατράπας ἐπιβουλὴν ἐπʼ αὐτὸν συντεθεικότας, μένειν παρʼ αὐτοῖς ἀσφαλὲς οὐχ ὁρῶν ἔγνω πρὸς Ἰζάτην ἀπαίρειν, πόρον παρʼ αὐτοῦ βουλόμενος σωτηρίας εὑρέσθαι καὶ κάθοδον εἰς τὴν ἀρχήν, εἰ δυνηθείη. 20.55καὶ δὴ ἀφικνεῖται συγγενῶν τε καὶ οἰκετῶν περὶ χιλίους τὸν ἀριθμὸν ἐπαγόμενος συντυγχάνει τε τῷ Ἰζάτῃ καθʼ ὁδόν. 20.56αὐτός τε σαφῶς ἐκεῖνον ἐπιστάμενος, ὑπʼ Ἰζάτου δὲ οὐ γινωσκόμενος, πλησίον καταστὰς πρῶτον μὲν κατὰ τὸ πάτριον προσεκύνησεν αὐτόν, εἶταβασιλεῦ, φησίν, μὴ περιίδῃς με τὸν σὸν ἱκέτην μηδʼ ὑπερηφανήσῃς δεομένου· ταπεινὸς γὰρ ἐκ μεταβολῆς γενόμενος καὶ ἐκ βασιλέως ἰδιώτης τῆς σῆς ἐπικουρίας χρῄζω. 20.57βλέψον οὖν εἰς τὸ τῆς τύχης ἄστατον καὶ κοινὴν εἶναι νόμισον καὶ ὑπὲρ σαυτοῦ πρόνοιαν· ἐμοῦ γὰρ ἀνεκδικήτου περιοφθέντος ἔσονται θρασύτεροι πολλοὶ καὶ κατὰ τῶν ἄλλων βασιλέων. 20.58 μὲν ταῦτʼ ἔλεγεν δακρύων καὶ τῇ κεφαλῇ κάτω νεύων, δὲ Ἰζάτης ὡς ἤκουσε τοὔνομα καὶ εἶδεν ἱκέτην αὐτῷ παρεστῶτα τὸν Ἀρταβάνην, κατεπήδησεν ἀπὸ τοῦ ἵππου καίθάρσησον,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.51 Joseph. AJ 20.55 (English) >>Joseph. AJ 20.61

Powered by PhiloLogic